# Συμπόσιον ἢ Λαπίθαι 38

Lucian, Συμπόσιον ἢ Λαπίθαι, Section 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-65/38

καὶ ἅμα εἰσεκεκόμιστο ἡμῖν τὸ ἐντελὲς ὀνομαζόμενον δεῖπνον, μία ὄρνις ἑκάστῳ καὶ κρέας ὑὸς καὶ λαγῶα καὶ ἰχθὺς ἐκ ταγήνου καὶ σησαμοῦντες καὶ ὅσα ἐντραγεῖν, καὶ ἐξῆν ἀποφέρεσθαι ταῦτα. προὔκειτο δὲ οὐχ ἓν ἑκάστῳ πινάκιον, ἀλλʼ Ἀρισταινέτῳ μὲν καὶ Εὐκρίτῳ ἐπὶ μιᾶς τραπέζης κοινόν, καὶ τὰ παρʼ αὑτῷ ἑκάτερον ἐχρῆν λαβεῖν· Ζηνοθέμιδι δὲ τῷ Στωϊκῷ καὶ Ἕρμωνι τῷ Ἐπικουρείῳ ὁμοίως κοινὸν καὶ τούτοις· εἶτα ἑξῆς Κλεοδήμῳ καὶ Ἴωνι, μεθʼ οὓς τῷ νυμφίῳ καὶ ἐμοί, τῷ Διφίλῳ δὲ τὰ ἀμφοῖν, ὁ γὰρ Ζήνων ἀπεληλύθει. καὶ μέμνησό μοι τούτων, ὦ Φίλων, διότι δή ἐστί τι ἐν αὐτοῖς χρήσιμον ἐς τὸν λόγον. μεμνήσομαι δή.

---

Lucian, Συμπόσιον ἢ Λαπίθαι, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg015.local001/.
