# Συμπόσιον ἢ Λαπίθαι 42

Lucian, Συμπόσιον ἢ Λαπίθαι, Section 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-65/42

γέλωτος οὖν ἐπὶ τούτοις, ὡς τὸ εἰκός, γενομένου ἀνελέσθαι ἤδη τὰ παρακείμενα ἔδει, καὶ ἀνείλοντο οἱ περὶ τὸν Ἀρισταίνετον καὶ Εὔκριτον τὴν πρὸ αὑτοῦ ἑκάτερος κἀγὼ τἀμὰ καὶ ὁ Χαιρέας ὅσα ἐκείνῳ ἔκειτο καὶ Ἴων ὁμοίως καὶ ὁ Κλεόδημος. ὁ δὲ Δίφιλος ἠξίου καὶ τὰ τῷ Ζήνωνι δὴ ἀπόντι παραδοθέντα φέρεσθαι καὶ ἔλεγε μόνῳ παρατεθῆναί οἱ αὐτὰ καὶ πρὸς τοὺς διακόνους ἐμάχετο, καὶ ἀντέσπων τῆς ὄρνιθος ἐπειλημμένοι ὥσπερ τὸν Πατρόκλου νεκρὸν ἀνθέλκοντες, καὶ τέλος ἐνικήθη καὶ ἀφῆκε πολὺν γέλωτα παρασχὼν τοῖς συμπόταις, καὶ μάλιστα ἐπεὶ ἠγανάκτει μετὰ τοῦτο ὡς ἂν τὰ μέγιστα ἠδικημένος.

---

Lucian, Συμπόσιον ἢ Λαπίθαι, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg015.local001/.
