# Symposium 43

Lucian, Symposium, Section 43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-65/43
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/lucian/text-65/43
CTS URN: urn:cts:greekLit:tlg0062.tlg015:43

οἱ δὲ ἀμφὶ τὸν Ἕρμωνα καὶ Ζηνόθεμιν ἅμα κατέκειντο, ὥσπερ εἴρηται, ὁ μὲν ὑπεράνω ὁ Ζηνόθεμις, ὁ δʼ ὑπʼ αὐτόν· παρέκειτο δʼ αὐτοῖς τὰ μὲν ἄλλα πάντα ἴσα, καὶ ἀνείλοντο εἰρηνικῶς· ἡ δὲ ὄρνις ἡ πρὸ τοῦ Ἕρμωνος πιμελεστέρα, οὕτως, οἶμαι, τυχόν. ἔδει δὲ καὶ ταύτας ἀναιρεῖσθαι τὴν ἑαυτοῦ ἑκάτερον. ἐν τούτῳ τοίνυν ὁ Ζηνόθεμις — καί μοι, ὦ Φίλων, πάνυ πρόσεχε τὸν νοῦν, ὁμοῦ γάρ ἐσμεν ἤδη τῷ κεφαλαίῳ τῶν πραχθέντων — ὁ δὲ Ζηνόθεμις, φημί, τὴν παρʼ αὑτῷ ἀφεὶς τὴν πρὸ τοῦ Ἕρμωνος ἀνείλετο πιοτέραν, ὡς ἔφην, οὖσαν· ὁ δʼ ἀντεπελάβετο καὶ οὐκ εἴα πλεονεκτεῖν. βοὴ τὸ ἐπὶ τούτοις, καὶ συμπεσόντες ἔπαιον ἀλλήλους ταῖς ὄρνισιν αὐταῖς ἐς τὰ πρόσωπα, καὶ τῶν πωγώνων ἐπειλημμένοι ἐπεκαλοῦντο βοηθεῖν, ὁ μὲν τὸν Κλεόδημον ὁ Ἕρμων, ὁ δὲ Ζηνόθεμις Ἀλκιδάμαντα καὶ Δίφιλον, καὶ συνίσταντο οἱ μὲν ὡς τοῦτον, οἱ δʼ ὡς ἐκεῖνον πλὴν μόνου τοῦ Ἴωνος·

---

Lucian, Συμπόσιον ἢ Λαπίθαι, ed. Austin Morris Harmon. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg015.local001/.
