# Συμπόσιον ἢ Λαπίθαι 9

Lucian, Συμπόσιον ἢ Λαπίθαι, Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-65/9

κατʼ ἀντικρὺ δὲ τῶν γυναικῶν πρῶτος ὁ Εὔκριτος, εἶτα Ἀρισταίνετος. εἶτα ἐνεδοιάζετο πότερον χρὴ πρότερον Ζηνόθεμιν τὸν Στωϊκὸν ἅτε γέροντα ἢ Ἕρμωνα τὸν Ἐπικούρειον, ἱερεὺς γὰρ ἦν τοῖν ἀνάκοιν καὶ γένους τοῦ πρώτου ἐν τῇ πόλει. ἀλλὰ ὁ Ζηνόθεμις ἔλυσε τὴν ἀπορίαν· εἰ γάρ με, φησίν, ὦ Ἀρισταίνετε, δεύτερον ἄξεις τουτουὶ τοῦ ἀνδρός, ἵνα μηδὲν ἄλλο κακὸν εἴπω, Ἐπικουρείου, ἄπειμι ὅλον σοι τὸ συμπόσιον καταλιπών· καὶ ἅμα τὸν παῖδα ἐκάλει καὶ ἐξιόντι ἐῴκει. καὶ ὁ Ἕρμων, Ἔχε μέν, ὦ Ζηνόθεμι, τὰ πρῶτα, ἔφη· ἀτὰρ εἰ καὶ μηδέν τι ἕτερον, ἱερεῖ γε ὄντι ὑπεξίστασθαι καλῶς εἶχεν, εἰ καὶ τοῦ Ἐπικούρου πάνυ καταπεφρόνηκας. ἐγέλασα, ἦ δʼ ὃς ὁ Ζηνόθεμις, Ἐπικούρειον ἱερέα, καὶ ἅμα λέγων κατεκλίνετο καὶ μετʼ αὐτὸν ὅμως ὁ Ἕρμων, εἶτα Κλεόδημος ὁ Περιπατητικός, εἶτα ὁ Ἴων καὶ ὑπʼ ἐκεῖνον ὁ νυμφίος, εἶτʼ ἐγὼ καὶ παρʼ ἐμὲ ὁ Δίφιλος καὶ ὑπʼ αὐτῷ Ζήνων ὁ μαθητής, εἶτα ὁ ῥήτωρ Διονυσόδωρος καὶ ὁ γραμματικὸς Ἱστιαῖος.

---

Lucian, Συμπόσιον ἢ Λαπίθαι, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg015.local001/.
