# Toxaris vel amicitia 12

Lucian, Toxaris vel amicitia, Section 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-67/12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/lucian/text-67/12
CTS URN: urn:cts:greekLit:tlg0062.tlg044:12

ἴστω τοίνυν ὁ Ζεὺς ὁ Φίλιος, ἦ μὴν ὁπόσα ἂν λέγω πρὸς σὲ ἢ αὐτὸς εἰδὼς ἢ παρʼ ἄλλων ὁπόσον οἷόν τε ἦν διʼ ἀκριβείας ἐκπυνθανόμενος ἐρεῖν, μηδὲν παρʼ ἐμαυτοῦ ἐπιτραγῳδῶν. καὶ πρώτην γέ σοι τὴν Ἀγαθοκλέους καὶ Δεινίου φιλίαν διηγήσομαι, ἀοίδιμον ἐν τοῖς Ἴωσι γενομένην. Ἀγαθοκλῆς γὰρ οὗτος ὁ Σάμιος οὐ πρὸ πολλοῦ ἐγένετο, ἄριστος μὲν πρὸς φιλίαν, ὡς ἔδειξεν, τὰ ἄλλα δὲ οὐδὲν ἀμείνων Σαμίων τῶν πολλῶν οὔτε ἐς τὸ γένος οὔτε ἐς τὴν ἄλλην περιουσίαν. Δεινίᾳ δὲ τῷ Λύσωνος Ἐφεσίῳ φίλος ἐκ παίδων ἦν. ὁ δὲ Δεινίας ἐπλούτει ἄρα εἰς ὑπερβολήν, καὶ ὥσπερ εἰκὸς νεόπλουτον ὄντα, πολλοὺς καὶ ἄλλους εἶχε περὶ ἑαυτόν, ἱκανοὺς μὲν συμπιεῖν καὶ πρὸς ἡδονὴν συνεῖναι, φιλίας δὲ πλεῖστον ὅσον ἀποδέοντας. τέως μὲν οὖν ἐν τούτοις καὶ ὁ Ἀγαθοκλῆς ἐξητάζετο, καὶ συνῆν καὶ συνέπινεν αὐτοῖς οὐ πάνυ χαίρων τῇ τοιαύτῃ διατριβῇ, καὶ ὁ Δεινίας οὐδὲν αὐτὸν ἐντιμότερον εἶχεν τῶν κολάκων. τελευταῖον δὲ καὶ προσέκρουε τὰ πολλὰ ἐπιτιμῶν, καὶ φορτικὸς ἐδόκει ὑπομιμνήσκων ἀεὶ τῶν προγόνων καὶ φυλάττειν παραγγέλλων ἃ μετὰ πολλῶν καμάτων ὁ πατὴρ αὐτῷ κτησάμενος κατέλιπεν, ὥστε διὰ ταῦτα οὐδὲ ἐπὶ τοὺς κώμους ἀπῆγεν ἔτι αὐτόν, ἀλλὰ μόνος μετʼ ἐκείνων ἐκώμαζε, λανθάνειν πειρώμενος τὸν Ἀγαθοκλέα.

---

Lucian, Τόξαρις ἢ Φιλία, ed. Austin Morris Harmon. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg044.local001/.
