# Τόξαρις ἢ Φιλία 21

Lucian, Τόξαρις ἢ Φιλία, Section 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-67/21

πότερον δὲ ἀπώλοντο, ὦ Μνήσιππε, οἱ ἄνδρες, ἤ τις αὐτοῖς ἐκ παραλόγου σωτηρία ἐγένετο; ὡς ἔγωγε οὐ μετρίως δέδοικα ὑπὲρ αὐτῶν. θάρρει, ὦ Τόξαρι, ἐσώθησαν, καὶ ἔτι καὶ νῦν εἰσιν Ἀθήνησιν ἄμφω φιλοσοφοῦντες. ὁ μὲν γὰρ Σιμύλος ταῦτα μόνα εἶχε λέγειν ἅ ποτε εἶδε τῆς νυκτός, τὸν μὲν ἐκπίπτοντα, τὸν δὲ ἐπιπηδῶντα, καὶ νηχομένους ἐς ὅσον ἐν νυκτὶ καθορᾶν ἐδύνατο. τὰ δὲ ἀπὸ τούτου οἱ ἀμφὶ τὸν Εὐθύδικον αὐτοὶ διηγοῦνται. τὸ μὲν γὰρ πρῶτον φελλοῖς τισι περιπεσόντας ἀνέχειν ἐπὶ τούτων ἑαυτοὺς καὶ ἀπονήχεσθαι πονηρῶς, ὕστερον δὲ τὴν ἀποβάθραν ἰδόντας ἤδη πρὸς ἕω προσνήξασθαί τε αὐτῇ καὶ τὸ λοιπὸν ἐπιβάντας εὐμαρῶς προσενεχθῆναι τῇ Ζακύνθῳ.

---

Lucian, Τόξαρις ἢ Φιλία, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg044.local001/.
