# Τόξαρις ἢ Φιλία 32

Lucian, Τόξαρις ἢ Φιλία, Section 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-67/32

ὕστερον δὲ ἀποθανόντος ἐν τῷ δεσμωτηρίῳ λῃστοῦ τινος ὑπὸ φαρμάκων, ὡς ἐδόκει, φυλακή τε ἀκριβὴς ἐγένετο καὶ οὐκέτι παρῄει εἰς τὸ οἴκημα οὐδὲ εἷς τῶν δεομένων. ἐφʼ οἷς ἀπορῶν καὶ ἀνιώμενος, οὐκ ἔχων ἄλλως παρεῖναι τῷ ἑταίρῳ, προσαγγέλλει ἑαυτὸν ἐλθὼν πρὸς τὸν ἁρμοστήν, ὡς εἴη κεκοινωνηκὼς τῆς ἐπὶ τὸν Ἄνουβιν ἐπιβουλῆς. ὡς δὲ τοῦτο εἶπεν, ἀπήγετο εὐθὺς ἐς τὸ δεσμωτήριον, καὶ ἀχθεὶς παρὰ τὸν Ἀντίφιλον τοῦτο γοῦν μόλις, πολλὰ ἱκετεύσας τὸν δεσμοφύλακα, ἐξειργάσατο παρʼ αὐτοῦ, πλησίον τῷ Ἀντιφίλῳ καὶ ὑπὸ τῷ αὐτῷ κλοιῷ δεδέσθαι. ἔνθα δὴ καὶ μάλιστα ἔδειξε τὴν εὔνοιαν ἣν εἶχε πρὸς αὐτόν, ἀμελῶν μὲν τῶν καθʼ ἑαυτὸν δεινῶν (καίτοι ἐνόσησε καὶ αὐτός), ἐπιμελούμενος δὲ ὅπως ἐκεῖνος μάλιστα καθευδήσει καὶ ἧττον ἀνιάσεται· ὥστε ῥᾷον ἔφερον μετʼ ἀλλήλων κακοπαθοῦντες.

---

Lucian, Τόξαρις ἢ Φιλία, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg044.local001/.
