# Τόξαρις ἢ Φιλία 34

Lucian, Τόξαρις ἢ Φιλία, Section 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-67/34

ὁ μὲν οὖν Ἀντίφιλος ἔτι καὶ νῦν ἐν Αἰγύπτῳ ἐστίν, ὁ δὲ Δημήτριος καὶ τὰς αὑτοῦ δισμυρίας ἐκείνῳ καταλιπὼν ᾤχετο ἀπιὼν εἰς τὴν Ἰνδικὴν παρὰ τοὺς Βραχμᾶνας, τοσοῦτον εἰπὼν πρὸς τὸν Ἀντίφιλον, ὡς συγγνωστὸς ἂν εἰκότως νομίζοιτο ἤδη ἀπολιπὼν αὐτόν· οὔτε γὰρ αὐτὸς δεῖσθαι τῶν χρημάτων, ἔστʼ ἂν αὐτὸς ᾖ ὅπερ ἐστίν, ἀρκεῖσθαι ὀλίγοις δυνάμενος, οὔτε ἐκείνῳ ἔτι δεῖν φίλου, εὐμαρῶν αὐτῷ τῶν πραγμάτων γεγενημένων. τοιοῦτοι, ὦ Τόξαρι, οἱ Ἕλληνες φίλοι. εἰ δὲ μὴ προδιεβεβλήκεις ἡμᾶς ὡς ἐπὶ ῥήμασι μέγα φρονοῦντας, καὶ αὐτοὺς ἄν σοι τοὺς λόγους διεξῆλθον, πολλοὺς καὶ ἀγαθοὺς ὄντας, οὓς ὁ Δημήτριος εἶπεν ἐν τῷ δικαστηρίῳ, ὑπὲρ αὑτοῦ μὲν οὐδὲν ἀπολογούμενος, ὑπὲρ τοῦ Ἀντιφίλου δέ, καὶ δακρύων προσέτι καὶ ἱκετεύων καὶ τὸ πᾶν ἐφʼ ἑαυτὸν ἀναδεχόμενος, ἄχρι μαστιγούμενος ὁ Σύρος ἀμφοτέρους ἀφίησιν αὐτούς.

---

Lucian, Τόξαρις ἢ Φιλία, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg044.local001/.
