# Τόξαρις ἢ Φιλία 41

Lucian, Τόξαρις ἢ Φιλία, Section 41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-67/41

τοῦτο γενόμενον παρεμυθήσατο ἅπαντας Σκύθας καὶ οὐκέτι ἡττᾶσθαι ἐνόμιζον, ὁρῶντες ὅτι τὸ μέγιστον ἡμῖν τῶν ἀγαθῶν οὐκ ἀπήγαγον οἱ πολέμιοι, ἀλλʼ ἔτι ἦν παρʼ ἡμῖν ἡ ἀγαθὴ γνώμη καὶ ἡ πρὸς τοὺς φίλους πίστις. καὶ τοὺς Σαυρομάτας δὲ τὸ αὐτὸ οὐ μετρίως ἐφόβησε, λογιζομένους πρὸς οἵους ἄνδρας ἐκ παρασκευῆς μαχοῦνται, εἰ καὶ ἐν τῷ ἀπροσδοκήτῳ τότε ὑπερέσχον· ὥστε νυκτὸς ἐπιγενομένης ἀπολιπόντες τὰ πλεῖστα τῶν βοσκημάτων καὶ τὰς ἁμάξας ἐμπρήσαντες ᾤχοντο φεύγοντες. ὁ μέντοι Ἀμιζώκης οὐκέτι ἠνέσχετο βλέπειν αὐτὸς ἐπὶ τυφλῷ τῷ Δανδάμιδι, ἀλλὰ τυφλώσας καὶ αὐτὸς ἑαυτὸν ἀμφότεροι κάθηνται ὑπὸ τοῦ κοινοῦ τῶν Σκυθῶν δημοσίᾳ μετὰ πάσης τιμῆς τρεφόμενοι.

---

Lucian, Τόξαρις ἢ Φιλία, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg044.local001/.
