# Τόξαρις ἢ Φιλία 63

Lucian, Τόξαρις ἢ Φιλία, Section 63. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-67/63

εὖ λέγεις· καὶ οὕτω ποιῶμεν. ἀλλὰ μήτε αἵματος, ὦ Τόξαρι, μήτε ἀκινάκου δεώμεθα τὴν φιλίαν ἡμῖν βεβαιώσοντος· ὁ γὰρ λόγος ὁ παρὼν καὶ τὸ τῶν ὁμοίων ὀρέγεσθαι πολὺ πιστότερα τῆς κύλικος ἐκείνης ἣν πίνετε, ἐπεὶ τά γε τοιαῦτα οὐκ ἀνάγκης ἀλλὰ γνώμης δεῖσθαί μοι δοκεῖ. ἐπαινῶ ταῦτα, καὶ ἤδη ὦμεν φίλοι καὶ ξένοι, ἐμοὶ μὲν σὺ ἐνταῦθα ἐπὶ τῆς Ἑλλάδος, ἐγὼ δὲ σοὶ εἴ ποτε ἐς τὴν Σκυθίαν ἀφίκοιο. καὶ μήν, εὖ ἴσθι, οὐκ ἂν ὀκνήσαιμι καὶ ἔτι πορρωτέρω ἐλθεῖν, εἰ μέλλω τοιούτοις φίλοις ἐντεύξεσθαι οἷος σύ, ὦ Τόξαρι, διεφάνης ἡμῖν ἀπὸ τῶν λόγων.

---

Lucian, Τόξαρις ἢ Φιλία, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg044.local001/.
