Ancient Greek · ~2 min
Book 2
Lucian, Ἀληθῶν Διηγημάτων 2.24
Not analysed yet
συλλαβόντες οὖν τοὺς νενικημένους καὶ δήσαντες ἀπέπεμψαν ἔτι μᾶλλον κολασθησομένους. ἔγραψεν δὲ καὶ ταύτην τὴν μάχην Ὅμηρος καὶ ἀπιόντι μοι ἔδωκεν τὰ βιβλία κομίζειν τοῖς παρʼ ἡμῖν ἀνθρώποις· ἀλλʼ ὕστερον καὶ ταῦτα μετὰ τῶν ἄλλων ἀπωλέσαμεν. ἦν δὲ ἡ ἀρχὴ τοῦ ποιήματος αὕτη, Νῦν δέ μοι ἔννεπε, Μοῦσα, μάχην νεκύων ἡρώων. τότε δʼ οὖν κυάμους ἑψήσαντες, ὥσπερ παρʼ αὐτοῖς νόμος ἐπειδὰν τὸν πόλεμον κατορθώσωσιν, εἱστιῶντο τὰ ἐπινίκια καὶ ἑορτὴν μεγάλην ἦγον· μόνος δὲ αὐτῆς οὐ μετεῖχε Πυθαγόρας, ἀλλʼ ἄσιτος πόρρω ἐκαθέζετο μυσαττόμενος τὴν κυαμοφαγίαν.