# Ἀληθῶν Διηγημάτων 2.38

Lucian, Ἀληθῶν Διηγημάτων, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-69/2.38

ἡμεῖς δὲ ἐν τοσούτῳ ἐπάραντες τὴν ὀθόνην ἐφεύγομεν ἀπολιπόντες αὐτοὺς μαχομένους, καὶ δῆλοι ἦσαν κρατήσοντες οἱ Καρυοναῦται ἅτε καὶ πλείους — πέντε γὰρ εἶχον πληρώματα — καὶ ἀπὸ ἰσχυροτέρων νεῶν μαχόμενοι· τὰ γὰρ πλοῖα ἦν αὐτοῖς κελύφη καρύων ἡμίτομα, κεκενωμένα, μέγεθος δὲ ἑκάστου ἡμιτόμου εἰς μῆκος ὀργυιαὶ πεντεκαίδεκα. ἐπεὶ δὲ ἀπεκρύψαμεν αὐτούς, ἰώμεθα τοὺς τραυματίας, καὶ τὸ λοιπὸν ἐν τοῖς ὅπλοις ὡς ἐπίπαν ἦμεν, ἀεί τινας ἐπιβουλὰς προσδεχόμενοι· οὐ μάτην.

---

Lucian, Ἀληθῶν Διηγημάτων, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg012.local001/.
