# Δὶς κατηγορούμενος 10

Lucian, Δὶς κατηγορούμενος, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-7/10

χαίρετε, ὦ Ἑρμῆ καὶ Δίκη. καὶ σύ γε, ὦ Πάν, μουσικώτατε καὶ πηδητικώτατε Σατύρων ἁπάντων, Ἀθήνησι δὲ καὶ πολεμικώτατε. τίς δὲ ὑμᾶς, ὦ Ἑρμῆ, χρεία δεῦρο ἤγαγεν; αὕτη σοι διηγήσεται τὰ πάντα· ἐγὼ δὲ ἐπὶ τὴν ἀκρόπολιν ἄπειμι καὶ τὸ κήρυγμα. ὁ Ζεύς, ὦ Πάν, κατέπεμψέ με ἀποκληρώσουσαν τὰς δίκας. σοὶ δὲ πῶς τὰ ἐν Ἀθήναις ἔχει; τὸ μὲν ὅλον οὐ κατʼ ἀξίαν πράττω παρʼ αὐτοῖς, ἀλλὰ πολὺ καταδεέστερον τῆς ἐλπίδος, καὶ ταῦτα τηλικοῦτον ἀπωσάμενος κυδοιμὸν τὸν ἐκ τῶν βαρβάρων. ὅμως δὲ δὶς ἢ τρὶς τοῦ ἔτους ἀνιόντες ἐπιλεξάμενοι τράγον ἔνορχην θύουσί μοι πολλῆς τῆς κινάβρας ἀπόζοντα, εἶτʼ εὐωχοῦνται τὰ κρέα, ποιησάμενοί με τῆς εὐφροσύνης μάρτυρα καὶ ψιλῷ τιμήσαντες τῷ κρότῳ. πλὴν ἀλλʼ ἔχει τινά μοι ψυχαγωγίαν ὁ γέλως αὐτῶν καὶ ἡ παιδιά.

---

Lucian, Δὶς κατηγορούμενος, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg026.local001/.
