# Δὶς κατηγορούμενος 22

Lucian, Δὶς κατηγορούμενος, Section 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-7/22

μηδαμῶς, ἀλλʼ ὀλίγα μοι συνερωτῆσαι ἐπιτρέψατε. Ἐρώτησον· ἀποκρινοῦμαι γάρ. κακὸν ἡγῇ τὸν πόνον; ναί. τὴν ἡδονὴν δὲ ἀγαθόν; πάνυ μὲν οὖν. τί δέ; οἶσθα τί διάφορον καὶ ἀδιάφορον καὶ προηγμένον καὶ ἀποπροηγμένον; μάλιστα. οὔ φασιν, ὦ Στοά, συνιέναι οἱ δικασταὶ τὰ δισύλλαβα ταῦτα ἐρωτήματα· ὥστε ἡσυχίαν ἄγετε. ψηφοφοροῦσι γάρ. καὶ μὴν ἐκράτησα ἄν, εἰ συνηρώτησα ἐν τῷ τρίτῳ τῶν ἀναποδείκτων σχήματι. τίς ὑπερέσχεν; πάσαις ἡ Ἡδονή. ἐφίημι ἐπὶ τὸν Δία. τύχῃ τῇ ἀγαθῇ. σὺ δὲ ἄλλους κάλει.

---

Lucian, Δὶς κατηγορούμενος, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg026.local001/.
