# Βίων Πρᾶσις 15

Lucian, Βίων Πρᾶσις, Section 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-70/15

βούλει τὸν Ἀθηναῖον ἐκεῖνον, τὸν στωμύλον; πάνυ μὲν οὖν. δεῦρο ἐλθὲ σύ. βίον ἀγαθὸν καὶ συνετὸν ἀποκηρύττομεν. τίς ὠνεῖται τὸν ἱερώτατον; εἰπέ μοι, τί μάλιστα εἰδὼς τυγχάνεις; παιδεραστής εἰμι καὶ σοφὸς τὰ ἐρωτικά. πῶς οὖν ἐγὼ πρίωμαί σε; παιδαγωγοῦ γὰρ ἐδεόμην τῷ παιδὶ καλῷ ὄντι μοι. τίς δʼ ἂν ἐπιτηδειότερος ἐμοῦ γένοιτο συνεῖναι καλῷ; καὶ γὰρ οὐ τῶν σωμάτων ἐραστής εἰμι, τὴν ψυχὴν δὲ ἡγοῦμαι καλήν. ἀμέλει κἂν ὑπὸ ταὐτὸν ἱμάτιόν μοι κατακέωνται, ἀκούσει αὐτῶν λεγόντων μηδὲν ὑπʼ ἐμοῦ δεινὸν παθεῖν. ἄπιστα λέγεις, τὸ παιδεραστὴν ὄντα μὴ πέρα τῆς ψυχῆς πολυπραγμονεῖν, καὶ ταῦτα ἐπʼ ἐξουσίας, ὑπὸ τῷ αὐτῷ ἱματίῳ κατακείμενον.

---

Lucian, Βίων Πρᾶσις, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg024.local001/.
