# Περὶ τοῦ μὴ ῥᾳδίως πιστεύειν Διαβολῇ 2

Lucian, Περὶ τοῦ μὴ ῥᾳδίως πιστεύειν Διαβολῇ, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-8/2

ἵνʼ οὖν ὡς ἥκιστα περιπίπτωμεν αὐταῖς, ὑποδεῖξαι βούλομαι τῷ λόγῳ καθάπερ ἐπί τινος γραφῆς ὁποῖόν τί ἐστιν ἡ διαβολὴ καὶ πόθεν ἄρχεται καὶ ὁποῖα ἐργάζεται. μᾶλλον δὲ Ἀπελλῆς ὁ Ἐφέσιος πάλαι ταύτην προὔλαβε τὴν εἰκόνα· καὶ γὰρ αὖ καὶ οὗτος διαβληθεὶς πρὸς τὸν Πτολεμαῖον ὡς μετεσχηκὼς Θεοδότᾳ τῆς συνωμοσίας ἐν Τύρῳ, — ὁ δὲ Ἀπελλῆς οὐχ ἑωράκει ποτὲ τὴν Τύρον οὐδὲ τὸν Θεοδόταν, ὅστις ἦν, ἐγίνωσκεν, ἢ καθʼ ὅσον ἤκουε Πτολεμαίου τινὰ ὕπαρχον εἶναι τὰ κατὰ τὴν Φοινίκην ἐπιτετραμμένον. ἀλλʼ ὅμως τῶν ἀντιτέχνων τις Ἀντίφιλος τοὔνομα ὑπὸ φθόνου τῆς παρὰ βασιλεῖ τιμῆς καὶ ὑπὸ τῆς κατὰ τὴν τέχνην ζηλοτυπίας κατεῖπεν αὐτοῦ πρὸς τὸν Πτολεμαῖον ὡς εἴη κεκοινωνηκὼς τῶν ὅλων καὶ ὡς θεάσαιτό τις αὐτὸν ἐν Φοινίκῃ συνεστιώμενον Θεοδότᾳ καὶ παρʼ ὅλον τὸ δεῖπνον πρὸς τὸ οὖς αὐτῷ κοινολογούμενον, καὶ τέλος ἀπέφηνε τὴν Τύρου ἀπόστασιν καὶ Πηλουσίου κατάληψιν ἐκ τῆς Ἀπελλοῦ συμβουλῆς γεγονέναι.

---

Lucian, Περὶ τοῦ μὴ ῥᾳδίως πιστεύειν Διαβολῇ, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg013.local001/.
