# Κατάπλους ἢ Τύραννος 11

Lucian, Κατάπλους ἢ Τύραννος, Section 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-9/11

οὐκοῦν ἀλλὰ τοῦτό γε μὴ ἀντείπῃς ὦ Μοῖρά μοι. τὸ ποῖον; εἰδέναι βούλομαι τὰ μετʼ ἐμὲ ὅντινα ἕξει τὸν τρόπον. ἄκουε· μᾶλλον γὰρ ἀνιάσῃ μαθών. τὴν μὲν γυναῖκα Μίδας ὁ δοῦλος ἕξει, καὶ πάλαι δὲ αὐτὴν ἐμοίχευεν. ὁ κατάρατος, ὃν ἐγὼ πειθόμενος αὐτῇ ἀφῆκα ἐλεύθερον; ἡ θυγάτηρ δέ σοι ταῖς παλλακίσι τοῦ νυνὶ τυραννοῦντος ἐγκαταλεγήσεται· αἱ εἰκόνες δὲ καὶ ἀνδριάντες οὓς ἡ πόλις ἀνέστησέ σοι πάλαι πάντες ἀνατετραμμένοι γέλωτα παρέξουσι τοῖς θεωμένοις. εἰπέ μοι, τῶν φίλων δὲ οὐδεὶς ἀγανακτήσει τοῖς δρωμένοις; τίς γὰρ ἦν σοι φίλος; ἢ ἐκ τίνος αἰτίας γενόμενος; ἀγνοεῖς ὅτι πάντες οἱ καὶ προσκυνοῦντες καὶ τῶν λεγομένων καὶ πραττομένων ἕκαστα ἐπαινοῦντες ἢ φόβῳ ἢ ἐλπίσι ταῦτα ἔδρων, τῆς ἀρχῆς ὄντες φίλοι καὶ πρὸς τὸν καιρὸν ἀποβλέποντες; καὶ μὴν σπένδοντες ἐν τοῖς συμποσίοις μεγάλῃ τῇ φωνῇ ἐπηύχοντό μοι πολλὰ καὶ ἀγαθά, προαποθανεῖν ἕκαστος αὐτῶν ἕτοιμος, εἰ οἷόν τε εἶναι· καὶ ὅλως, ὅρκος αὐτοῖς ἦν ἐγώ. τοιγαροῦν παρʼ ἑνὶ αὐτῶν χθὲς δειπνήσας ἀπέθανες· τὸ γὰρ τελευταῖόν σοι πιεῖν ἐνεχθὲν ἐκεῖνο δευρὶ κατέπεμψέ σε. τοῦτʼ ἄρα πικροῦ τινος ᾐσθόμην· τί βουλόμενος δὲ ταῦτα ἔπραξε; πολλά με ἀνακρίνεις, ἐμβῆναι δέον.

---

Lucian, Κατάπλους ἢ Τύραννος, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg016.local001/.
