# Κατάπλους ἢ Τύραννος 13

Lucian, Κατάπλους ἢ Τύραννος, Section 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-9/13

παῦσαι ἀπειλῶν, ἀλλὰ ἔμβηθι· καιρὸς ἤδη σε ἀπαντᾶν ἐπὶ τὸ δικαστήριον. καὶ τίς ἀξιώσει κατʼ ἀνδρὸς τυράννου ψῆφον λαβεῖν; κατὰ τυράννου μὲν οὐδείς, κατὰ νεκροῦ δὲ ὁ Ῥαδάμανθυς, ὃν αὐτίκα ὄψει μάλα δίκαιον καὶ κατʼ ἀξίαν ἐπιτιθέντα ἑκάστῳ τὴν δίκην· τὸ δὲ νῦν ἔχον μὴ διάτριβε. κἂν ἰδιώτην με ποίησον, ὦ Μοῖρα, τῶν πενήτων ἕνα, κἂν δοῦλον ἀντὶ τοῦ πάλαι βασιλέως· ἀναβιῶναί με ἔασον μόνον. ποῦ ʼστιν ὁ τὸ ξύλον; καὶ σὺ δέ, ὦ Ἑρμῆ, σύρατʼ αὐτὸν εἴσω τοῦ ποδός· οὐ γὰρ ἂν ἐμβαίη ἑκών. ἕπου νῦν, δραπέτα· δέχου τοῦτον σύ, πορθμεῦ, καὶ τὸ δεῖνα, ὅπως ἀσφαλῶς — ἀμέλει, πρὸς τὸν ἱστὸν δεδήσεται. καὶ μὴν ἐν τῇ προεδρίᾳ καθέζεσθαί με δεῖ. ὅτι τί; ὅτι, νὴ Δία, τύραννος ἦν καὶ δορυφόρους εἶχον μυρίους. εἶτʼ οὐ δικαίως σε παρέτιλλεν ὁ Καρίων οὑτωσὶ σκαιὸν ὄντα; πικρὰν δʼ οὖν τὴν τυραννίδα ἕξεις γευσάμενος τοῦ ξύλου. τολμήσει γὰρ Κυνίσκος ἐπανατείνασθαί μοι τὸ βάκτρον; οὐκ ἐγώ σε πρῴην, ὅτι ἐλεύθερος ἄγαν καὶ τραχὺς ἦσθα καὶ ἐπιτιμητικός, μικροῦ δεῖν προσεπαττάλευσα; τοιγαροῦν μενεῖς καὶ σὺ τῷ ἱστῷ προσπεπατταλευμένος.

---

Lucian, Κατάπλους ἢ Τύραννος, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg016.local001/.
