# Ἀποκηρυττόμενος 17

Lucian, Ἀποκηρυττόμενος, Section 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text/17

μὴ γὰρ τοῦτʼ ἀκούσας εὐθὺς ὑπολάβῃ τις ποῖος δὲ ἢ πόσος ὁ κάματος ἐγχέαι φάρμακον; πολλὰ γὰρ πρὸ τούτου γενέσθαι δεῖ, καὶ προοδοποιῆσαι τῇ πόσει καὶ προπαρασκευάσαι ῥᾴδιον ἐς ἴασιν τὸ σῶμα καὶ τῆς ἁπάσης ἕξεως φροντίσαι κενοῦντα καὶ ἰσχναίνοντα καὶ οἷς χρὴ τρέφοντα καὶ κινοῦντα ἐς ὅσον χρήσιμον καὶ ὕπνους ἐπινοοῦντα καὶ ἠρεμίας μηχανώμενον, ἅπερ οἱ μὲν ἄλλο τι νοσοῦντες ῥᾳδίως πεισθεῖεν ἄν, οἱ μεμηνότες δὲ διὰ τὴν ἐλευθερίαν τοῦ νοῦ δυσάγωγοι καὶ δυσηνιόχητοι καὶ τῷ ἰατρῷ ἐπισφαλεῖς καὶ τῇ θεραπείᾳ δυσκαταγώνιστοι. ὅταν γοῦν πολλάκις οἰήθωμεν ἤδη πλησίον γενέσθαι τοῦ τέλους καὶ ἐλπίσωμεν, ἐμπεσόν τι μικρὸν ἁμάρτημα ἐπακμάσαντος τοῦ πάθους ἅπαντα ῥᾳδίως ἐκεῖνα ἀνέτρεψε καὶ ἐνεπόδισε τὴν θεραπείαν καὶ τὴν τέχνην διέσφηλε.

---

Lucian, Ἀποκηρυττόμενος, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg052.local001/.
