# cornutus_lang 33.1

Lucius Annaeus Cornutus, cornutus_lang, 33.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucius-annaeus-cornutus/cornutus-lang/33.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/lucius-annaeus-cornutus/cornutus-lang/33.1

c. 9. Μετὰ δὲ ταῦτα ἄλλως ὁ ΖΕὺΣ πατὴρ λέγεται θεῶν καὶ ἀνθρώπων εἶναι διὰ τὸ τὴν τοῦ κόσμου φύσιν αἰτίαν γεγονέναι τῆς τούτων ὑποστάσεως, ὡς οἱ πατέρες γεννῶσι τὰ τέκνα. νεφεληγερέτην δ᾽ αὐτὸν καὶ ἐρίγδουπον καλοῦσι καὶ τὸν κεραυνὸν αὐτῷ καὶ τὴν αἰγίδα ἀνατιθέασι τῷ ἄνω ὑπὲρ ἡμᾶς τὰ νέφη καὶ τὰς βροντὰς συνίστασθαι καὶ τοὺς κεραυνοὺς ἐκεῖθεν καὶ τὰς καταυγίδας κατασκήπτειν, [ἄλλως] τῷ τὸν οὐρανὸν λελογχότι θεῷ παντὸς τοῦ ὑπὲρ τὴν γῆν τόπου ἀπονεμομένου. καὶ διὰ μὲν τὰς αἰγίδας[, αἱ δὴ ἀπὸ τοῦ ἀἴσσειν τὸ ὄνομα ἔσχον,] αἰγίοχος ἐκλήθη, δι᾽ ἄλλας δὲ ὁμοειδεῖς καὶ εὐεπιγνώστους αἰτίας ὑέτιος καὶ ἐπικάρπιος καὶ καταυβάτης καὶ ἀστραπαῖος καὶ ἄλλως πολλαχῶς κατὰ διαφόρους ἐπινοίας. καὶ σωτῆρα καὶ ἐρκειον καὶ πολιεά καὶ πατρῴων καὶ ὁμόργιον καὶ ξένιον καὶ κτήσιον καὶ βουλαῖον καὶ τροπαιοῦχον καὶ ἐλευθέριον αὐτὸν προσαγορεύουσι, ἀπεριλήπτων ὧσων ὀνομασιῶν αὐτοῦ τοιούτων οὐσῶν, ἐπειδὴ διατέταχεν εἰς πᾶσαν δύναμιν καὶ σχέσιν καὶ πάντων αἴτιος καὶ ἐπόπτης ἐστίν. οὕτω δ᾽ ἐδόθη καὶ τῆς Δίκης πατὴρ εἶναι — ὁ γὰρ παραγωγὸν εἰς τὰ πράγματα τὴν κοι-

---

Lucius Annaeus Cornutus, cornutus_lang. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002339.
