# cornutus_lang 40.1

Lucius Annaeus Cornutus, cornutus_lang, 40.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucius-annaeus-cornutus/cornutus-lang/40.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/lucius-annaeus-cornutus/cornutus-lang/40.1

ΚΟΡΝΟΤΟΤ πεπαιδευμένους καὶ αὐτοὺς τε καὶ ἑτέρους κλεῖζειν, Εὐτέρπη δὲ ἀπὸ τοῦ τὰς ὁμιλίας αὐτῶν ἐπιτερπεῖς καὶ ἀγωγούς εἶναι, Θάλεια δὲ ἦτοι διὰ τὸ θάλλειν αὐτῶν τὸν βίον ἢ διὰ τὸ ἔχειν αὐτοὺς καὶ τὴν συμ- 5 ποτικὴν ἀρετὴν ἐπιδεξίως καὶ εὐμυθῶς ἐν ταῖς θαλείαις ἀναστρεφομένους, Μελπομένη δὲ ἀπὸ τῆς μολπῆς γλυκείας τινὸς φωνῆς μετὰ μέλους οὖσης — μέλπονται γὰρ ὑπὸ πάντων οἱ ἀγαθοὶ καὶ μέλπουσι καὶ αὐτοὶ τοὺς θεοὺς καὶ τοὺς πρὸ αὐτῶν γενομένους —, 10 Τερψιχόρη δὲ διὰ τὸ τέρεπεσθαι καὶ χαίρειν αὐτοὺς τὸ πλεῖστον μέρος τοῦ βίου ἢ διὰ τὸ καὶ ἀπὸ τοῦ ὁρᾶσθαι παρέχειν τέρψιν τοῖς προσπελαζούσιν αὐτοῖς, ἑνὸς στοιχείου πλεονάζοντος ἐν τῷ ὀνόματι, τάχα δὲ ἐπεὶ καὶ χοροὺς ἵστασαν οἱ παλαιοὶ τοῖς θεοῖς, συν- 15 τιθέντων αὐτοῖς τὰς ὁδὰς τῶν σοφωτάτων· ἢ δὲ Ἑρατῶ πότερον ἀπὸ τοῦ ἔρωτος λαβοῦσα τὴν ὀνομασίαν τὴν περὶ πᾶν εἶδος φιλοσοφίας ἐπιστροφὴν παρίστησιν ἢ τῆς περὶ τὸ ἔρεσθαι καὶ ἀποκρίνεσθαι δυνάμεως ἐπίσκοπός ἐστιν, ὡς δὴ διαλεκτικῶν ὄντων τῶν σπουδαίων· 20 Πολύμνια δὲ ἐστὶν ἢ πολύνυμνος ἀρετὴ ἢ μᾶλλον

---

Lucius Annaeus Cornutus, cornutus_lang. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002339.
