# cornutus_lang 43.1

Lucius Annaeus Cornutus, cornutus_lang, 43.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucius-annaeus-cornutus/cornutus-lang/43.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/lucius-annaeus-cornutus/cornutus-lang/43.1

τέρας τὰς Χάριτας οἱ μὲν ἐξ Εὐρυδόμης αὐτῷ γενοννίας τῷ μάλιστα ἐξ εὐρέων καὶ διαβεβηκότων δόμων τὰς δωρεὰς φιλεῖν διδόσθαι, οἱ δ᾽ ἐξ Εὐρυνόμης, καὶ τούτου παριστάντος ὅτι χαριστικώτεροί πῶς εἰσιν ἢ ὀφείλουσιν εἶναι οἱ μεγάλους κλήρους νεμόμενοι, τινὲς δ᾽ ἐξ Εὐρυμεδούσης, εἰς ταῦτὸ συντείνοντος καὶ τούτου τοῦ ἐτύμου, κυριεύουσι γὰρ τῶν ἰδίων οἱ ἄνθρωποι· τὴν δ᾽ Ἥραν ἄλλοι διδόασιν αὐταῖς μητέρα, ἵν᾽ εὐγενέσταται τῶν θεῶν ὦσιν, ὡς περὶ τῶν πράξεων εἰσι. πρὸς ἄλλην δὲ ἐμφασιν γυμναὶ παρεισάγονται, ὡς καὶ τῶν μηδὲν κτῆμα ἔχοντων ὑπουργεῖν τινα ὠφελίμως [χαρίζεσθαι πολλά] δυναμένων καὶ οὐ περιουσιάζεσθαι πάντως, ἵνα τις εὐεργετικὸς ᾖ, δεόντος, ὡς εἴρηται καὶ τὸ ξενίων δέ τε θυμὸς ἄριστος·

---

Lucius Annaeus Cornutus, cornutus_lang. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002339.
