# cornutus_lang 61.1

Lucius Annaeus Cornutus, cornutus_lang, 61.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucius-annaeus-cornutus/cornutus-lang/61.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/lucius-annaeus-cornutus/cornutus-lang/61.1

διαφέρειν ἀπάντων καὶ περιγίνεσθαι ὁ Ζεὺς. προτομὴ δ᾽ ἐν αὐτῇ Γοργόνος ἐστὶ κατὰ μέσον τῆς θεᾶς τὸ στῆθος ἔξω προβεβληκυῖα τὴν γλῶτταν ὥσ᾽ ἂν ἐκφανεστάτου ὄντος ἐν τῇ τῶν ζῴων οἰκονομίᾳ τοῦ λόγου. οἱ δὲ δράκοντες καὶ ἡ γλανὺς διὰ τὸ ἐμφερὲς τῶν ὀμμάτων ἀνατίθενται ταύτῃ γλανυκώπιδι οὖση· σμερδαλέον γὰρ ὁ δράκων δέδορκε καὶ φυλακτικὸν τι ἔχει καὶ ἄγρυπνον καὶ οὐκ εὐθήρατος εἶναι δοκεῖ [᾽ οὐ χρη᾽ δὲ ᾽παννύχιον εὔδειν βουληφόρον ἄνδρα᾽]. λέγεται δ᾽ Ἀτρυτώνη μὲν ὥσ᾽ ἀνεὶ οὐ τρουμένη ὑπ᾽ οὐδενὸς πόνου ἢ ὡς ἀτρύτου τοῦ αἰθέρος ὄντος, Τριτογένεια δέ, ὅτι ἢ τοῖς κακοῖς ἐγγεννώσα τὸ τρεῖν καὶ τρέμειν αὐτὴ ἐστίν — ἥρται γὰρ πόλεμον πρὸς τὴν κακίαν —, ἄλλοι δὲ φασὶ διὰ τοῦτοὺν παρίστασθαι τὰ τρία γένη τῶν σχημάτων τῆς κατὰ φιλοσοφίαν θεωρίας, πανουργοτέραν διόρθωσιν ἢ κατὰ τὴν ἀρχαίαν ὁλοσχερεῖαν ἔχοντος τούτου. λαοσσόον δὲ αὐτὴν ἐπονομάζουσι διὰ τὸ σέειν ἐν ταῖς μάχαις τοὺς λαούς [, ὡς λῃτὶς ἐκλήθη ἀπὸ τῆς λείας,] ἢ μᾶλλον διὰ τὸ σῶτειραν αὐτὴν τῶν χρημένων αὐτῇ λαῶν εἶναι· καὶ πόλεως γὰρ καὶ οἴκου καὶ τοῦ βίου παντὸς προστάτιν ποιητέον τὴν φρόνησιν· ἀφ᾽ οὗ δὴ καὶ ἐρυσίπολις καὶ

---

Lucius Annaeus Cornutus, cornutus_lang. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002339.
