# cornutus_lang 72.9

Lucius Annaeus Cornutus, cornutus_lang, 72.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucius-annaeus-cornutus/cornutus-lang/72.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/lucius-annaeus-cornutus/cornutus-lang/72.9

ποιούμενον· (c. 26.) τοῦτον δ᾽ ἄλλως εἶναι καὶ τὸν ὁ αὐτὸς ὤν· οὔτε γὰρ ἵσταται, τὸ σύνολον ἀνηρέμητος ὑπάρχων, εἰ καὶ ὅτι μάλιστα ἐν βεβηκέναι δοκεῖ καὶ ἀσάλευτος εἶναι, θαυμασμὸν τε τοῖς ἐφεστῶσιν ἐπὶ τὴν διάταξιν αὐτοῦ πολὺν ἐμποιεῖ. c. 27. Τοῦτον εἶναι καὶ τὸν Πᾶνα, ἐπειδή τῷ παντὶ ὁ αὐτὸς ἐστι· καὶ τὰ μὲν κάτω λάσια καὶ τραγώδη διὰ τὴν τῆς γῆς δασύτητα ἔχειν, τὰ δ' ἄνω ἀνθρωπόμορφα διὰ τὸ ἐν τῷ αἰθέρι τὸ ἡρεμονικὸν εἶναι τοῦ κόσμου, ὃ δὴ λογικόν ἐστι. λάγνον δὲ καὶ ὀχετὴν αὐτὸν παρεῖσάγεσθαι διὰ τὸ πλήθος ὧνπερ εἵληφε σπερματικῶν λόγων καὶ τῶν κατὰ σύμμιξιν ἐξ αὐτῶν γινομένων. ἐν ταῖς ἐρήμοις δὲ διατρίβειν μάλιστα τῆς μονότητος αὐτοῦ διὰ τοῦτον παρισταμένης· εἰς γὰρ καὶ μονογενὴς ὁ κόσμος ἐστι. τὰς δὲ Νίμφας διώκειν, ἐπειδή χαίρει ταῖς ἐκ τῆς γῆς ὑγραῖς ἀναθυμιάσεσιν, ὧν χωρὶς οὐδ' οἷόν τ' ἐστὶν αὐτὸν συνεστάναι· τὸ δὲ σκιρτητικὸν αὐτοῦ καὶ παικτικὸν τὴν ἀεὶ κίνησιν τῶν ὅλων ἐμφαίνει. νεβρίδα δὴ ἢ παρδαλὴν αὐτὸν ἐννῆσθαι διὰ τὴν ποικιλίαν τῶν ἄστρων καὶ τῶν ἄλλων χρωμάτων ἃ θεῶ-

---

Lucius Annaeus Cornutus, cornutus_lang. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002339.
