# cornutus_lang 78.1

Lucius Annaeus Cornutus, cornutus_lang, 78.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucius-annaeus-cornutus/cornutus-lang/78.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/lucius-annaeus-cornutus/cornutus-lang/78.1

ἐπὶ πτερωτῶν δρακόντων ὄχημα τῆς Δήμητρος. εἴωθε γὰρ προστὸς τις τῶν παλαιῶν δρακεῖν καὶ συνιέναι θεοῦ τινος ἐπὶ μεταφωτέραν ἐπίνοιαν ἀναβιβάσαντος τὸν μεταχειρισμὸν τῆς κριθῆς [, ὃν τρόπον τριβεται καὶ διαχωρίζεται [διὰ τοῦ εἰς τὸν ἄερα ἀναρριπτεῖσθαι] ἀπὸ τῶν ἀχύρων]. διὸ καὶ κριὸς ἐπιτηδείως ἔχει πρὸς τὴν σποράν. ἐντεῦθεν δὲ τὴν ὀνομασίαν εἴληφεν, ὁ τριφῶς τὰς οὐλάς· οὐλαὶ δὲ λέγονται αἱ κριθαί. Ἐλευσῖν δὲ ὁ τόπος, ὅπου πρῶτως εὑρέθησαν. [ἐκλήθη καὶ ἡ Δήμητηρ Ἐλευσινία ἀπὸ τῆς αὐτόθι πρῶτον ἐλευσέως γενομένης τοῖς ἀνθρώποις εἰς ἀνθρώπινον ὧντως βίον.] ἀρπάσαι δ' ὁ Ἀἰδης τὴν θυγατέρα τῆς Δήμητρος ἐμυθεύθη διὰ τὸν γινόμενον ἐπὶ χρόνον τινὰ τῶν σπερμάτων κατὰ γῆς ἀφανισμόν. προσεπλάσθη δ' ἡ κατάψευσις τῆς θεοῦ καὶ ἡ διὰ τοῦ κόσμου ζήτησις. τοιούτον γὰρ τι καὶ παρ' Αἰγυπτίοις ὁ ζητούμενος καὶ ἀνευρισκόμενος ὑπὸ τῆς Ἰσιδος Ὀσίρις ἐμφαίνει καὶ παρὰ Φοίνιξιν ὁ ἄνὰ μέρος παρ' ἑξ μῆνας ὑπὲρ γῆν τε καὶ ὑπὸ γῆν γινόμενος Ἄδωνις, ἀπὸ τοῦ ἀδεῖν τοῖς ἀνθρώποις οὕτως ὀνομασμένου τοῦ Δημητριάκου καρποῦ. τοῦτον δὲ πλήξας κάπρος ἀνελεῖν λέγεται διὰ τὸ τὰς ὕς δοκεῖν ληϊβότερας εἶναι ἢ τὸν τῆς ὕνεως

---

Lucius Annaeus Cornutus, cornutus_lang. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002339.
