# cornutus_lang 82.1

Lucius Annaeus Cornutus, cornutus_lang, 82.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucius-annaeus-cornutus/cornutus-lang/82.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/lucius-annaeus-cornutus/cornutus-lang/82.1

ῶν ἡ] οἶον διάνυσος παρὰ τὸ διαίνειν ἡμᾶς ἡδέως ἢ 5 ὥσανει διάλυσος κεκλημένος, ἀφ' ἧς ἀρχῆς καὶ λύσιον αὐτὸν καὶ λυσίων ἐπωνόμασαν [λύοντα τὰς μερίμνας]· τινὲς δὲ φασιν ἀπὸ τοῦ τὸν Δία περὶ τὸ Νύσιον ὄρος φῦναι πρῶτον τὴν ἄμπελον παρεληλυθέναι τοῦτο τὸ ὄνομα εἰς τὴν συνήθειαν. λέγεται δὲ διὰ πυρὸς λοχευθῆναι, [τὸ θερμὸν αὐτοῦ καὶ πυρωτικὸν τῶν τε σωμάτων καὶ τῶν ψυχῶν παριστάντος τοῦ μύθου — ὄντως γὰρ οἶνός τι πυρὶ ἴσον μένος ἔχει κατὰ τοὺς 10 ποιητάς —,] ἐρραφθεὶς δ' εἰς τὸν μηρὸν τοῦ Διὸς ἐκεῖ τελεσφορηθῆναι [διὰ τὸ πεπαίνεσθαι καὶ τελειοῦσθαι τὸν οἶνον, † εἰ γὰρ μὴ πεφυκότα γενναῖον ἀποτιθέμενον, ἄτελῇ δ' ὡς πρὸς τὴν χρῆσιν συγχωμισθέντα τάδε], ἐπεὶ πρώτη μὲν αὐτοῦ γέννησίς ἐστιν ἡ κατὰ 15 πέπανσιν τῆς ὀπώρας, ἥτις γίνεται καυμάτων ἀκμαζόντων, δευτέρα δ' ἡ κατὰ τὴν πάτησιν, ἐκθλιβομένου

---

Lucius Annaeus Cornutus, cornutus_lang. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002339.
