# Fragmentum 3

Lyceas Naucratita, Fragmentum, Dfhg-Source dfhg4_LYCEAS_NAUCRATITA. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lyceas-naucratita/fragmentum/3

Ταχὼς δ ̓ ὁ Αἰγυπτίων βασιλεὺς Ἀγησίλαον σκώψας, τὸν Λακεδαιμονίων βασιλέα, ὅτ ̓ ἦλθεν αὐτῷ συμμαχήσων (ἦν γὰρ βραχὺς τὸ σῶμα), ἰδιώτης ἐγένετο, ἀποστάντος ἐκείνου τῆς συμμαχίας. Τὸ δὲ σκῶμμα τοῦτ ̓ ἦν· Ὤδινεν ὄρος, Ζεὺς δ ̓ ἐφοβεῖτο, τὸ δ ̓ ἔτεκεν μῦν. Ὅπερ ἀκούσας ὁ Ἀγησίλαος, καὶ ὀργισθεὶς ἔφη, «Φανήσομαί σοι ποτὲ καὶ λέων.» Ὕστερον γὰρ ἀφισταμένων τῶν Αἰγυπτίων, ὥς φησι Θεόπομπος καὶ Λυκέας ὁ Ναυκρατίτης ἐν τοῖς Αἰγυπτιακοῖς, οὐδὲν αὐτῷ συμπράξας ἐποίησεν ἐκπεσόντα τῆς ἀρχῆς φυγεῖν εἰς Πέρσας.

---

LYCEAS NAUCRATITA, Fragmentum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1469.tlg002.local002/.
