# Ἀλεξάνδρα 2.240-292

Lycophron, Ἀλεξάνδρα, Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.240-2.292. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lycophron/text/2.240

σὺν τοῖς δʼ ὁ τλήμων, μητρὸς οὐ φράσας θεᾶς
μνήμων ἐφετμάς, ἀλλᾶ ληθάργῳ σφαλείς,
πρηνὴς θανεῖται στέρνον οὐτασθεὶς ξίφει.
καὶ δὴ στένει Μύρινα καὶ παράκτιοι
ἵππων φριμαγμὸν ᾐόνες δεδεγμέναι,
ὅταν Πελασγὸν ἅλμα λαιψηροῦ ποδὸς
εἰς θῖνʼ ἐρείσας λοισθίαν αἴθων λύκος
κρηναῖον ἐξ ἄμμοιο ῥοιβδήσῃ γάνος,
πηγὰς ἀνοίξας τὰς πάλαι κεκρυμμένας.
καὶ δὴ καταίθει γαῖαν ὀρχηστὴς Ἄρης,
στρόμβῳ τὸν αἱματηρὸν ἐξάρχων νόμον.
ἅπασα δὲ χθὼν προὐμμάτων δῃουμένη
κεῖται, πέφρικαν δʼ ὥστε ληίου γύαι
λόγχαις ἀποστίλβοντες, οἰμωγὴ δέ μοι
ἐν ὠσὶ πύργων ἐξ ἄκρων ἰνδάλλεται,
πρὸς αἰθέρος κυροῦσα νηνέμους ἕδρας,
γόῳ γυναικῶν καὶ καταρραγαῖς πέπλων,
ἄλλην ἐπʼ ἄλλῃ συμφορὰν δεδεγμένων.
Ἐκεῖνό σʼ, ὦ τάλαινα καρδία, κακὸν
ἐκεῖνο δάψει πημάτων ὑπέρτατον,
εὖτʼ ἂν λαβράζων περκνὸς αἰχμητὴς χάρων,
πτεροῖσι χέρσον αἰετὸς διαγράφων
ῥαιβῷ τυπωτὴν τόρμαν ἀγκύλῃ βάσει,
κλάζων τʼ ἄμικτον στόματι ῥιγίστην βοήν,
τὸν φίλτατόν σου τῶν ἀγαστόρων τρόφιν
Πτῴου τε πατρός ἁρπάσας μετάρσιον,
ὄνυξι γαμφηλαῖσί θʼ αἱμάσσων δέμας,
ἔγχωρα τίφη καὶ πέδον χραίνῃ φόνῳ,
λευρᾶς βοώτης γατομῶν διʼ αὔλακος.
λαβὼν δὲ ταύρου τοῦ πεφασμένου δάνος,
σκεθρῷ ταλάντῳ τρυτάνης ἠρτημένον,
αὖθις τὸν ἀντίποινον ἐγχέας ἴσον
Πακτώλιον σταθμοῖσι τηλαυγῆ μύδρον,
κρατῆρα Βάκχου δύσεται, κεκλαυσμένος
νύμφαισιν αἳ φίλαντο Βηφύρου γάνος
Λειβηθρίην θʼ ὕπερθε Πιμπλείας σκοπήν,
ὁ νεκροπέρνας, ὃς προδειμαίνων πότμον
καὶ θῆλυν ἀμφὶ σῶμα τλήσεται πέπλον
δῦναι, παρʼ ἱστοῖς κερκίδος ψαύσας κρότων,
καὶ λοῖσθος εἰς γῆν δυσμενῶν ῥῖψαι πόδα,
τὸ σόν, ξύναιμε, κἀν ὕπνῳ πτήσσων δόρυ.
ὦ δαῖμον, οἷον κίονʼ αἰστώσεις δόμων,
ἔρεισμα πάτρας δυστυχοῦς ὑποσπάσας·
οὐ μὴν ἀνατεί γʼ οὐδʼ ἄνευ μόχθων πικρῶν
πένθους θʼ ὁ λῃστὴς Δωριεὺς γελᾷ στρατός,
ἐπεγκαχάζων τοῦ δεδουπότος μόρῳ,
ἀλλʼ ἀμφὶ πρύμναις τὴν πανυστάτην δραμὼν
πεύκαις βίου βαλβῖδα συμφλεχθήσεται,
καλῶν ἐπʼ εὐχαῖς πλεῖστα Φύξιον Δία
πορθουμένοισι κῆρας ἀρκέσαι πικράς.
τότʼ οὔτε τάφρος, οὔτε ναυλόχων σταθμῶν
πρόβλημα καὶ σταυροῖσι κορσωτὴ πτέρυξ,
οὐ γεῖσα χραισμήσουσιν, οὐδʼ ἐπάλξιες·

---

Lycophron, Ἀλεξάνδρα, ed. A.W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0341.tlg002.local001/.
