# Κατὰ Λεωκράτους 55

Lycurgus, Κατὰ Λεωκράτους, Section 55. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lycurgus/text/55

ὡς μὲν οὖν ἔνοχός ἐστι τοῖς εἰσηγγελμένοις ἅπασιν, ὦ ἄνδρες, Λεωκράτης φανερόν ἐστι· πυνθάνομαι δʼ αὐτὸν ἐπιχειρήσειν ὑμᾶς ἐξαπατᾶν λέγοντα, ὡς ἔμπορος ἐξέπλευσε καὶ κατὰ ταύτην τὴν ἐργασίαν ἀπεδήμησεν εἰς Ῥόδον. ἐὰν οὖν ταῦτα λέγῃ, ἐνθυμεῖσθʼ ᾧ ῥᾳδίως λήψεσθʼ αὐτὸν ψευδόμενον. πρῶτον μὲν γὰρ οὐκ ἐκ τῆς ἀκτῆς κατὰ τὴν πυλίδα ἐμβαίνουσιν οἱ κατʼ ἐμπορίαν πλέοντες ἀλλʼ εἴσω τοῦ λιμένος, ὑπὸ πάντων τῶν φίλων ὁρώμενοι καὶ ἀποστελλόμενοι· ἔπειτα οὐ μετὰ τῆς ἑταίρας καὶ τῶν θεραπαινῶν ἀλλὰ μόνοι μετὰ παιδὸς τοῦ διακονοῦντος.

---

Lycurgus, Κατὰ Λεωκράτους, ed. J. O. Burtt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0034.tlg001.local001/.
