# Κατὰ Λεωκράτους 59

Lycurgus, Κατὰ Λεωκράτους, Section 59. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lycurgus/text/59

ἥξει δʼ ἴσως ἐπʼ ἐκεῖνον τὸν λόγον φερόμενος, ὃν αὐτῷ συμβεβουλεύκασί τινες τῶν συνηγόρων, ὡς οὐκ ἔνοχός ἐστι τῇ προδοσίᾳ· οὔτε γὰρ νεωρίων κύριος οὔτε πυλῶν οὔτε στρατοπέδων οὔθʼ ὅλως τῶν τῆς πόλεως οὐδενός. ἐγὼ δʼ ἡγοῦμαι τοὺς μὲν τούτων κυρίους μέρος ἄν τι προδοῦναι τῆς ὑμετέρας δυνάμεως, τουτονὶ δʼ ὅλην ἔκδοτον ποιῆσαι τὴν πόλιν. ἔτι δʼ οἱ μὲν τοὺς ζῶντας μόνον ἀδικοῦσι προδιδόντες, οὗτος δὲ καὶ τοὺς τετελευτηκότας τῶν πατρῴων νομίμων ἀποστερῶν.

---

Lycurgus, Κατὰ Λεωκράτους, ed. J. O. Burtt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0034.tlg001.local001/.
