# κατὰ Παγκλέωνος ὅτι οὐκ ἦν Πλαταιεύς 5

Lysias, κατὰ Παγκλέωνος ὅτι οὐκ ἦν Πλαταιεύς, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysias/text-15/5

Μάρτυρες ἐκ μὲν τούτων πεισθεὶς πρὸς τὸν πολέμαρχον αὐτῶ· τὴν δίκην ἔλαχον· ἐπειδὴ δέ μοι αὐτὴν ἀντεγράψατο μὴ εἰσαγώγιμον εἶναι, περὶ πολλοῦ ποιούμενος μηδενὶ δόξαι ὑβρίζειν βούλεσθαι μᾶλλον ἢ δίκην λαβεῖν ὧν ἠδικήθην, πρῶτον μὲν Εὐθύκριτον, ὃν πρεσβύτατόν τε Πλαταιέων ἐγίγνωσκον καὶ μάλιστα ὠόμην εἰδέναι, ἠρόμην εἴ τινα γιγνώσκοι Ἱππαρμοδώρου ὑὸν Παγκλέωνα Πλαταιέα·

---

Lysias, κατὰ Παγκλέωνος ὅτι οὐκ ἦν Πλαταιεύς, ed. W.R.M. Lamb. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0540.tlg023.local001/.
