# Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία 42

Lysias, Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία, Section 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysias/text-2/42

ἀλλὰ γάρ, ὦ βουλή, ταῦτα μὲν ἐνθάδε οὐκ οἶδʼ ὅ τι δεῖ λέγειν· ἀπέδειξα δʼ ὑμῖν ὡς οὐκ ἐνῆν σηκὸς ἐν τῷ χωρίῳ, καὶ μάρτυρας παρεσχόμην καὶ τεκμήρια. ἃ χρὴ μεμνημένους διαγιγνώσκειν περὶ τοῦ πράγματος, καὶ ἀξιοῦν παρὰ τούτου πυθέσθαι ὅτου ἕνεκα, ἐξὸν ἐπʼ αὐτοφώρῳ ἐλέγξαι, τοσούτῳ χρόνῳ ὕστερον εἰς τοσοῦτόν με κατέστησεν ἀγῶνα,

---

Lysias, Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία, ed. W.R.M. Lamb. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0540.tlg007.local001/.
