# ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία 10

Lysias, ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysias/text-22/10

ἐγὼ γὰρ πρῶτον μὲν, οὐσίας μοι οὐ πολλῆς καταλειφθείσης διὰ τὰς συμφορὰς καὶ τὰς τοῦ πατρὸς καὶ τὰς τῆς πόλεως, δύο μὲν ἀδελφὰς ἐξέδωκα ἐπιδοὺς τριάκοντα μνᾶς ἑκατέρᾳ, πρὸς τὸν ἀδελφὸν δʼ οὕτως ἐνειμάμην ὥστʼ ἐκεῖνον πλέον ὁμολογεῖν ἔχειν ἐμοῦ τῶν πατρῴων, καὶ πρὸς τοὺς ἄλλους ἅπαντας οὕτως βεβίωκα ὥστε μηδεπώποτέ μοι μηδὲ πρὸς ἕνα μηδὲν ἔγκλημα γενέσθαι.

---

Lysias, ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, ed. W.R.M. Lamb. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0540.tlg016.local001/.
