# ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία 21

Lysias, ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, Section 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysias/text-22/21

ἅμα δὲ ὑμᾶς ὁρῶν (τὰ γὰρ ἀληθῆ χρὴ λέγειν) τοὺς τοιούτους μόνους τινὸς ἀξίους νομίζοντας εἶναι, ὥστε ὁρῶν ὑμᾶς ταύτην τὴν γνώμην ἔχοντας τίς οὐκ ἂν ἐπαρθείη πράττειν καὶ λέγειν ὑπὲρ τῆς πόλεως; ἔτι δὲ τί ἂν τοῖς τοιούτοις ἄχθοισθε; οὐ γὰρ ἕτεροι περὶ αὐτῶν κριταί εἰσιν, ἀλλʼ ὑμεῖς.

---

Lysias, ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, ed. W.R.M. Lamb. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0540.tlg016.local001/.
