# ὑπὲρ Πολυστράτου 30

Lysias, ὑπὲρ Πολυστράτου, Section 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysias/text-24/30

Μάρτυρες πῶς οὖν οὐ χρὴ χάριν παρʼ ὑμῶν ἀπολαμβάνειν, εἰ τοιοῦτοί ἐσμεν; ἀλλʼ ὧν μὲν ὁ πατὴρ διαβέβληται εἰς ὑμᾶς, δικαίως τούτων δεῖ ἡμᾶς ἕνεκα ἀπολέσθαι, ὧν δὲ πρόθυμοι εἰς τὴν πόλιν γεγενήμεθα, μηδεμίαν ὠφέλειαν γενέσθαι; ἀλλʼ οὐ δίκαιον. ἀλλʼ εἰ διὰ τὴν τούτου διαβολὴν δεῖ ἡμᾶς τι πάσχειν, δίκαιοί ἐσμεν διὰ τὴν ἡμετέραν προθυμίαν τοῦτόν τε σῶσαι καὶ ἡμᾶς.

---

Lysias, ὑπὲρ Πολυστράτου, ed. W.R.M. Lamb. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0540.tlg020.local001/.
