# κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν 15

Lysias, κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν, Section 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysias/text-25/15

περὶ ὧν οὗτος ἔλεγεν· οὗτος δὲ πάντʼ ἂν μᾶλλον διεπράττετο. μετὰ τοῦτο Αὐτοκράτης ἐμοῦ παρόντος Θρασυμάχω ἔλεγεν Εὐρυπτόλεμον αὐτῷ μέμφεσθαι, φάσκοντα κακῶς ἀκούειν ὑπʼ αὐτοῦ· τὸν ἀπαγγέλλοντα δὲ εἶναι Μηνόφιλον. εὐθὺς δʼ ἐκεῖνος ἐπὶ τὸν Μηνόφιλον ἐβάδιξε μετʼ ἐμοῦ· κἀκεῖνος οὔτε ἀκοῦσαι πώποτε ἔφασκεν οὔτε ἀπαγγεῖλαι πρὸς Εὐρυπτόλεμον, καὶ οὐ ταῦτα μόνον, ἀλλʼ οὐδὲ διειλέχθαι πολλοῦ χρόνου.

---

Lysias, κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν, ed. W.R.M. Lamb. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0540.tlg008.local001/.
