# κατὰ τῶν σιτοπωλῶν 5

Lysias, κατὰ τῶν σιτοπωλῶν, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysias/text-26/5

καὶ πρῶτον μὲν ἀνάβητε. εἰπὲ σὺ ἐμοί, μέτοικος εἶ; ναί. μετοικεῖς δὲ πότερον ὡς πεισόμενος τοῖς νόμοις τοῖς τῆς πόλεως, ἢ ὡς ποιήσων ὅ τι ἂν βούλῃ; ὡς πεισόμενος. ἄλλο τι οὖν ἢ ἀξιοῖς ἀποθανεῖν, εἴ τι πεποίηκας παρὰ τοὺς νόμους, ἐφʼ οἷς θάνατος ἡ ζημία; ἔγωγε· ἀπόκριναι δή μοι, εἰ ὁμολογεῖς πλείω σῖτον συμπρίασθαι πεντήκοντα φορμῶν, ὧν ὁ νόμος ἐξεῖναι κελεύει. ἐγὼ τῶν ἀρχόντων κελευόντων συνεπριάμην.

---

Lysias, κατὰ τῶν σιτοπωλῶν, ed. W.R.M. Lamb. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0540.tlg022.local001/.
