# περὶ τῆς Εὐάνδρου δοκιμασίας 13

Lysias, περὶ τῆς Εὐάνδρου δοκιμασίας, Section 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysias/text-28/13

ἆρʼ οὐκ οἴεσθε αὐτοὺς χαλεπῶς διακείσεσθαι καὶ ὑμᾶς αὐτῶν αἰτίους ἡγήσεσθαι, ὅταν γένωνται ἐν ἐκείνοις τοῖς χρόνοις, ἐν οἷς αὐτῶν πολλοὶ εἰς τὸ δεσμωτήριον ἀπήγοντο καὶ ἄκριτοι ὑπὸ τούτων ἀπώλλυντο καὶ φεύγειν τὴν σφετέραν αὐτῶν ἠναγκάζοντο; κἀκεῖνο πρὸς ἐνθυμηθῶσιν, ὅτι ὁ αὐτὸς οὗτος ἀνὴρ αἴτιος γεγένηται Λεωδάμαντά τε ἀποδοκιμασθῆναι καὶ τοῦτον δοκιμασθῆναι, τοῦ μὲν κατήγορος γενόμενος, ὑπὲρ τούτου δὲ ἀπολογήσασθαι παρασκευασάμενος, ὃς πῶς πρὸς τὴν πόλιν διάκειται καὶ πόσων αἴτιος αὐτῇ κακῶν γεγένηται;

---

Lysias, περὶ τῆς Εὐάνδρου δοκιμασίας, ed. W.R.M. Lamb. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0540.tlg026.local001/.
