# περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον 1

Lysias, περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysias/text-31/1

ἴσως τινὲς ὑμῶν, ὦ ἄνδρες δικασταί, διὰ τὸ βούλεσθαί με ἄξιον εἶναί τινος ἡγοῦνται καὶ εἰπεῖν ἂν μᾶλλον ἑτέρου δύνασθαι· ἐγὼ δὲ τοσούτου δέω περὶ τῶν μὴ, προσηκόντων ἱκανὸς εἶναι λέγειν, ὥστε δέδοικα μή, καὶ περὶ ὧν ἀναγκαῖόν μοί ἐστι λέγειν, ἀδύνατος ὦ τὰ δέοντα εἰπεῖν. οἴμαι μὲν οὖν, ἐάν πάντα διηγήσωμαι τὰ πεπραγμένα ἡμῖν πρὸς Ἐράτωνα καὶ τοὺς ἐκείνου παῖδας, ῥαδίως ἐξ αὐτῶν ὑμᾶς εὑρήσειν ἃ προσήκει σκέψασθαι περὶ ταύτης τῆς διαδικασίας. ἐξ ἀρχῆς οὖν ἀκούσατε.

---

Lysias, περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον, ed. W.R.M. Lamb. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0540.tlg017.local001/.
