# περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον 3

Lysias, περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysias/text-31/3

Μάρτυρες ἕως τοίνυν ὁ Ἐράτων ἔζη, τούς τε τόκους ἀπελαμβάνομεν καὶ τἆλλα τὰ συγκείμενα· ἐπειδὴ δὲ ἐτελεύτησε καταλιπὼν ὑοὺς τρεῖς, Ἐρασιφῶντα καὶ Ἐράτωνα καὶ Ἐρασίστρατον, οὗτοι οὐδὲν ἔτι ἡμῖν τῶν δικαίων ἐποίουν. ἐν μὲν οὖν τῷ πολέμῳ, διότι οὐκ ἦσαν δίκαι, οὐ δυνατοὶ ἦμεν παρʼ αὐτῶν ἃ ὤφειλον πράξασθαι· ἐπειδὴ δὲ εἰρήνη ἐγένετο, ὅτε περ πρῶτον αἱ ἀστικαὶ δίκαι ἐδικάζοντο, λαχὼν ὁ πατὴρ παντὸς τοῦ συμβολαίου Ἐρασιστράτῳ, ὅσπερ μόνος τῶν ἀδελφῶν ἐπεδήμει, κατεδικάσατο ἐπὶ Ξεναινέτου ἄρχοντος. μάρτυρας δὲ καὶ τούτων παρέξομαι ὑμῖν. καί μοι κάλει μάρτυρας.

---

Lysias, περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον, ed. W.R.M. Lamb. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0540.tlg017.local001/.
