# περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον 4

Lysias, περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysias/text-31/4

Μάρτυρες ὅτι μὲν τὰ Ἐράτωνος δικαίως ἂν ἡμέτερα εἴη, ἐκ τούτων ῥᾴδιον εἰδέναι, ὅτι δὲ πάντα δημεύεται, ἐξ αὐτῶν τῶν ἀπογραφῶν· τρεῖς γὰρ καὶ τέτταρες ἕκαστα ἀπογεγράφασι. καίτοι τοῦτό γε παντὶ εὔγνωστον, ὅτι οὐκ ἂν παρέλιπον, εἴ τι ἄλλο τῶν Ἐράτωνος οἷόν τε ἦν δημεύειν, οἱ πάντα τὰ Ἐράτωνος ἀπογράφοντες καὶ ἃ ἐγὼ πολὺν ἤδη χρόνον κέκτημαι. ὡς μὲν οὖν ἡμῖν οὐδʼ ἑτέρωθεν εἰσπράξασθαι οἷόν τε, ἐὰν ὑμεῖς ταῦτα δημεύσητε,

---

Lysias, περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον, ed. W.R.M. Lamb. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0540.tlg017.local001/.
