# περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον 5

Lysias, περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysias/text-31/5

εὔγνωστόν μοι δοκεῖ εἶναι· ὡς δὲ τὴν ἀμφισβήτησιν ἐποιησάμην πρός τε ὑμᾶς καὶ τοὺς ἰδιώτας, ἔτι ἀκούσατε. ἕως μὲν γὰρ ἡμῖν οἱ Ἐρασιφῶντος οἰκεῖοι τούτων τῶν χρημάτων ἠμφεσβήτουν, ἅπαντα ἠξίουν ἐμὰ εἶναι, διότι ὑπὲρ ἅπαντος τοῦ χρέως ἀντιδικῶν πρὸς τὸν πατέρα ὁ Ἐρασίστρατος ἡττήθη· καὶ τὰ μὲν Σφηττοῖ ἤδη τρία ἔτη μεμίσθωκα, τῶν δὲ Κικυννοῖ καὶ τῆς οἰκίας ἐδικαζόμην τοῖς ἔχουσι. πέρυσι μὲν οὖν διεγράψαντό μου τὰς δίκας, ἔμποροι φάσκοντες εἶναι· νυνὶ δὲ λαχόντος ἐν τῷ Γαμηλιῶνι μηνὶ οἱ ναυτοδίκαι οὐκ ἐξεδίκασαν.

---

Lysias, περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον, ed. W.R.M. Lamb. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0540.tlg017.local001/.
