# ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογία 40

Lysias, ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογία, Section 40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysias/text-4/40

καίτοι πρῶτον μέν, ὦ ἄνδρες, ἐνθυμήθητε· εἰ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐγὼ ἐπεβούλευον Ἐρατοσθένει, πότερον ἦν μοι κρεῖττον αὐτῷ ἑτέρωθι δειπνεῖν ἢ τὸν συνδειπνήσοντά μοι εἰσαγαγεῖν; οὕτω γὰρ ἂν ἧττον ἐτόλμησεν ἐκεῖνος εἰσελθεῖν εἰς τὴν οἰκίαν. εἶτα δοκῶ ἂν ὑμῖν τὸν συνδειπνοῦντα ἀφεὶς μόνος καταλειφθῆναι καὶ ἔρημος γενέσθαι, ἢ κελεύειν ἐκεῖνον μεῖναι, ἵνα μετʼ ἐμοῦ τὸν μοιχὸν ἐτιμωρεῖτο;

---

Lysias, ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογία, ed. W.R.M. Lamb. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0540.tlg001.local001/.
