# Ἐπιτάφιος τοῖς Κορινθίων βοηθοῖς 64

Lysias, Ἐπιτάφιος τοῖς Κορινθίων βοηθοῖς, Section 64. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysias/text-5/64

οἱ δὲ κατελθόντες αὐτῶν, ἀδελφὰ τὰ βουλεύματα τοῖς ἔργοις τῶν ἐνθάδε κειμένων ἐπιδεικνύντες, οὐκ ἐπὶ τιμωρίαν τῶν ἐχθρῶν ἀλλʼ ἐπὶ σωτηρίαν τῆς πόλεως ἐτράποντο, καὶ οὔτε ἐλαττοῦσθαι δυνάμενοι οὔτʼ αὐτοὶ πλέον ἔχειν δεόμενοι τῆς μὲν αὑτῶν ἐλευθερίας καὶ τοῖς βουλομένοις δουλεύειν μετέδοσαν, τῆς δʼ ἐκείνων δουλείας αὐτοὶ μετέχειν οὐκ ἠξίωσαν. ἔργοις δὲ μεγίστοις καὶ καλλίστοις ἀπελογήσαντο,

---

Lysias, Ἐπιτάφιος τοῖς Κορινθίων βοηθοῖς, ed. W.R.M. Lamb. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0540.tlg002.local001/.
