# Ἐπιτάφιος τοῖς Κορινθίων βοηθοῖς 74

Lysias, Ἐπιτάφιος τοῖς Κορινθίων βοηθοῖς, Section 74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysias/text-5/74

πῶς δʼ αὐτοὺς χρὴ λῆξαι τῆς λύπης; πότερον ἐν ταῖς τῆς πόλεως συμφοραῖς; ἀλλὰ τότε αὐτῶν εἰκὸς καὶ τοὺς ἄλλους μεμνῆσθαι. ἀλλʼ ἐν ταῖς εὐτυχίαις ταῖς κοιναῖς; ἀλλʼ ἱκανὸν λυπῆσαι, τῶν μὲν σφετέρων τέκνων τετελευτηκότων, τῶν δὲ ζώντων ἀπολαυόντων τῆς τούτων ἀρετῆς. ἀλλʼ ἐν τοῖς ἰδίοις κινδύνοις, ὅταν ὁρῶσι τοὺς μὲν πρότερον ὄντας φίλους φεύγοντας τὴν αὑτῶν ἀπορίαν, τοὺς δʼ ἐχθροὺς μέγα φρονοῦντας ἐπὶ ταῖς δυστυχίαις ταῖς τούτων;

---

Lysias, Ἐπιτάφιος τοῖς Κορινθίων βοηθοῖς, ed. W.R.M. Lamb. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0540.tlg002.local001/.
