# κατὰ Ἀγοράτου ἐνδείξεως 53

Lysias, κατὰ Ἀγοράτου ἐνδείξεως, Section 53. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysias/text-6/53

καίτοι εἰ ἐκείνοις ἐπίθου καὶ ἠθέλησας ἐκπλεῦσαι μετʼ ἐκείνων, οὔτʼ ἂν ἑκὼν οὔτε ἄκων τοσούτους Ἀθηναίων ἀπέκτεινας· νῦν δὲ πεισθεὶς ὑφʼ ὧν τότε ἐπείσθης, εἰ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων τὰ ὀνόματα μόνον εἴποις, μέγα τι ᾤου παρʼ αὐτῶν διαπράξεσθαι. οὔκουν τούτου ἕνεκα δεῖ σε παρʼ ἡμῶν συγγνώμης τινὸς τυχεῖν, ἐπεὶ οὐδὲ ἐκεῖνοι παρὰ σοῦ οὐδεμιᾶς ἔτυχον, οὓς σὺ ἀπέκτεινας.

---

Lysias, κατὰ Ἀγοράτου ἐνδείξεως, ed. W.R.M. Lamb. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0540.tlg013.local001/.
