# κατὰ Ἀλκιβιάδου λιποταξίου 35

Lysias, κατὰ Ἀλκιβιάδου λιποταξίου, Section 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysias/text-7/35

ἀλλʼ ὅμως τοσούτων συμφορῶν καὶ οὕτως αὐτῷ μεγάλων ὑπαρχουσῶν ἐπὶ τῇ τοῦ πατρὸς πονηρία φιλοτιμεῖται, καὶ λέγει ὡς οὕτως ἐκεῖνος μέγα ἐδύνατο, ὥστε τῇ πόλει πάντων τῶν κακῶν αἴτιος γεγένηται. καίτοι τίς οὕτως ἄπειρος τῆς ἑαυτοῦ πατρίδος, ὃς οὐκ ἂν βουλόμενος εἶναι πονηρὸς εἰσηγήσαιτο μὲν τοῖς πολεμίοις ἃ χρὴ καταλαβεῖν τῶν χωρίων, δηλώσειε δʼ ἂν ἃ κακῶς φυλάττεται τῶν φρουρίων, διδάξειε δʼ ἂν ἃ πονηρῶς ἔχει τῶν πραγμάτων, μηνύσειε δʼ ἂν τοὺς βουλομένους ἀφίστασθαι τῶν συμμάχων;

---

Lysias, κατὰ Ἀλκιβιάδου λιποταξίου, ed. W.R.M. Lamb. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0540.tlg014.local001/.
