# Fragmenta 15-18

Lysimachus Alexandrinus, Fragmenta, 15 to 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysimachus-alexandrinus/fragmenta/15

Σαμίων ὁ δῆμός ἐστιν· ὡς πολυγράμματος]...Οἱ δὲ ὅτι Ἀθηναῖοι μὲν τοὺς ληφθέντας ἐν πολέμῳ Σαμίους ἔστιζον γλαυκὶ, Σάμιοι δὲ (sc. τοὺς ληφθέντας ἐν πολέμῳ Ἀθηναίους) σαμαίνῃ· ὅ ἐστι πλοῖον δίκροτον, ὑπὸ Πολυκράτους πρῶτον κατασκευασθὲν τοῦ Σαμίων τυράννου, ὡς Λυσίμαχος ἐν δευτέρῳ Νόστων. Τὸ δὲ πλάσμα Δούριδος. Οἶδα δὲ καὶ τὴν Ὀδυσσέως ... ἀδελφὴν Φακῆν καλουμένην, ἣν ἄλλοι τινὲς Καλλιστὼ ὀνομάζουσιν, ὡς ἱστορεῖν Μνασέαν τὸν Πατρέα ἐν τρίτῳ Εὐρωπιακῶν φησι Λυσίμκχος ἐν τρίτῳ Νόστων. Κατὰ δὲ Λυσίμαχον αὐτῷ (τῷ Ὀδυσσεῖ) ἐξ Εὐίππης Θεσπρωτίδος Λεοντόφρων, ὃν ἄλλοι Δόρυκλόν φασιν. Φασιν. Ἥνπερ μόνην (sc. Ἑρμιόνην) γε Τυνδαρὶς τίκτει κόρη Ἑλένη κατ ̓ οἴκους πατρί (Μενελάῳ)] Λυσίμαχος καὶ ἄλλοι τινὲς ἱστοροῦσι γενέσθαι ἐξ Ἑλένης καὶ Νικόστρατον. Ὁ δὲ τὰς Κυπριακὰς ἱστορίας συντάξας (συνάψας schol. vg.) Πλεισθένην φησὶ, μεθ ̓ οὗ ἐις Κύπρον ἀφῖχθαι τὸν ἐξ αὐτῆς τεχθέντα Ἀλεξάνδρῳ Ἀγανόν.

---

LYSIMACHUS ALEXANDRINUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0574.tlg003.local002/.
