# Fragmenta 20-22

Lysimachus Alexandrinus, Fragmenta, 20 to 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysimachus-alexandrinus/fragmenta/20

Λυσίμαχος δέ φησι Δημοφῶντος Ἀθήνησι βασιλεύοντος ἔτους τετάρτου Θαργηλιῶνος [Ἱσταμένου] δωδεκάτῃ (sc. Τὴν τῆς Τροίας ἅλωσιν συμβῆναι). Μεταγειτνιών ... ὁ β’ μὴν παρ ̓ Ἀθηναίοις οὕτω καλεῖται· ἐν δὲ τούτῳ Ἀπόλλωνι Μεταγειτνίῳ θύουσιν, ὡς Λυσιμαχίδης ἐν τῷ Περὶ τῶν Ἀθήνησι μηνῶν. Μαιμακτηριὼν, ὁ ε’ μὴν παρ ̓ Ἀθηναίοις... ὠνόμασται δὲ ἀπὸ Διὸς μαιμάκτου· μαιμάκτης δ ̓ ἐστὶν ὁ ἐνθουσιώδης καὶ ταρακτικὸς, ὥς φησι Λυσιμαχίδης (Λυσιμάχης cod. Venet.) ἐν τῷ Περὶ τῶν Ἀθήνησι μηνῶν· ἀρχὴν δὲ λαβόντος τοῦ χειμῶνος ἐν τούτῳ τῷ μηνὶ ὁ ἀὴρ ταράττεται καὶ μεταβολὴν ἔχει.

---

LYSIMACHUS ALEXANDRINUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0574.tlg003.local002/.
