# Fragmenta 25

Lysimachus Alexandrinus, Fragmenta, Dfhg-Source dfhg3_LYSIMACHUS_ALEXANDRINUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysimachus-alexandrinus/fragmenta/25

Θεωρὸς καὶ θεατὴς διαφέρει. Θεωρὸς μὲν γάρ ἐστιν ὁ εἰς θεοὺς πεμπόμενος, θεατὴς δὲ ὁ ἀγώνων καὶ θεάτρων. [Εὐριπίδης ἐν Ἴωνι·] πότερον θεατὴς ἢ χάριν μαντευμάτων; καὶ Αἰσχύλος· βοᾷς τοιοῦδε πράγματος θεωρὸς ὤν. Ἁμαρτάνουσιν οὖν οἱ λέγοντες θεωρῆσαί με δεῖ τὸν ἀγῶνα, δέον εἰπεῖν θεάσασθαι. Διαστέλλει οὖν τοῦτο ἐπιμελῶς Λυσιμαχίδης ἐν τῷ πρὸς Καικίλιον περὶ τῶν παρὰ τοῖς Ἀττικοῖς ῥητόρων, καὶ πολλῶν παραθέσεις ποιεῖται. Καὶ ἔστι τὸ θεάσασθαι, ὥσπερ πρόκειται, παρὰ τὴν θέαν, τὸ δὲ θεωρεῖν, φησὶν, οὐκ ἄλλο τι ἢ τὸ τῶν θεῶν ὠρεῖν, τοῦτο δὲ τὸ φροντίζειν. Διὸ καὶ τοὺς τῶν θεαμάτων [μὲν] ἕνεκα πεμπομένους σὺν θυσίαις δὲ καὶ εὐσεβείᾳ, πάντας ὠνόμαζον θεωρούς. Καὶ τὸ τοῖς Ἀθηναίοις διδόμενον θεωρικὸν, οὐχὶ διὰ τὰς θέας (ὡς Καιλίλιος ὑπέλαβεν) ἀλλὰ διὰ τὸ ἐν ταῖς ἑορταῖς εἰς τοὺς θεοὺς εὐσεβεῖν καὶ ἐπιθεῖν (ἐπιθύειν Valck.) καὶ εὐφραίνεσθαι.

---

LYSIMACHUS ALEXANDRINUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0574.tlg003.local002/.
